L’Église primitive
Philip and the Ethiopian Official
An angel sends Philip to the road leading to Gaza, where he meets an Ethiopian official reading Isaiah. Philip explains the scripture and preaches the good news about Jesus, and the official is baptized by the roadside before the Spirit takes Philip away.
Actes 8,26-40
26An angel of the Lord spoke to Philip: "Get up and go south, to the road that goes down from Jerusalem to Gaza." This is a desert road.
Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
27So he got up and went. And there was an Ethiopian eunuch, a court official of Candace, queen of the Ethiopians, who was in charge of all her treasury. He had come to Jerusalem to worship,
καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης ⸀Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
28and was on his way home, sitting in his chariot and reading the prophet Isaiah.
ἦν ⸀τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.
29The Spirit said to Philip, "Go over and stay close to that chariot."
εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
30Philip ran up and heard him reading the prophet Isaiah. "Do you understand what you are reading?" he asked.
προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος ⸂Ἠσαΐαν τὸν προφήτην⸃ καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
31"How can I," he said, "unless someone guides me?" And he invited Philip to come up and sit with him.
ὁ δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ⸀ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32This was the passage of Scripture he was reading: "Like a sheep he was led to the slaughter, and like a lamb silent before its shearer, so he does not open his mouth.
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ ⸀κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33In his humiliation he was denied justice. Who can tell of his descendants? For his life is taken from the earth."
ἐν τῇ ⸀ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· ⸀τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
34The eunuch said to Philip, "Tell me, please, who is the prophet speaking about? Himself, or someone else?"
ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει ⸀τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;
35Then Philip began with that passage of Scripture and told him the good news about Jesus.
ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
36As they traveled along the road, they came to some water, and the eunuch said, "Look, here is water. What is to keep me from being baptized?"
ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με ⸀βαπτισθῆναι;
37Philip said, "If you believe with all your heart, you may." And he answered, "I believe that Jesus Christ is the Son of God."[^1]
[^1]: This verse is not found in the earliest manuscripts.
εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν.
38He ordered the chariot to stop, and both of them went down into the water, Philip and the eunuch, and Philip baptized him.
καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.
39When they came up out of the water, the Spirit of the Lord carried Philip away, and the eunuch saw him no more, but went on his way rejoicing.
ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
40Philip, however, found himself at Azotus, and he traveled about, preaching the gospel in all the towns until he came to Caesarea.
Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.