Jesu liv
The Temptation in the Wilderness
Jesus was tempted by the devil in the wilderness for forty days, but overcame the temptation with God's word.
Matteusevangeliet 4,1-11
1Then Jesus was led up by the Spirit into the wilderness to be tempted by the devil.
Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
2After fasting forty days and forty nights, he was famished.
καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.
3The tempter came and said to him, "If you are the Son of God, tell these stones to become bread."
καὶ προσελθὼν ⸂ὁ πειράζων εἶπεν αὐτῷ⸃· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4But he answered, "It is written: 'Man shall not live by bread alone, but by every word that comes from the mouth of God.'"
ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ἄνθρωπος, ἀλλʼ ⸀ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
5Then the devil took him to the holy city and set him on the highest point of the temple.
Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ⸀ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,
6"If you are the Son of God," he said, "throw yourself down. For it is written: 'He will command his angels concerning you, and they will lift you up in their hands, so that you will not strike your foot against a stone.'"
καὶ λέγει αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7Jesus said to him, "It is also written: 'You shall not put the Lord your God to the test.'"
ἔφη αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
8Again the devil took him to a very high mountain and showed him all the kingdoms of the world and their splendor.
Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9"All this I will give you," he said, "if you will fall down and worship me."
καὶ ⸀εἶπεν αὐτῷ· Ταῦτά ⸂σοι πάντα⸃ δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10Then Jesus said to him, "Away with you, Satan! For it is written: 'You shall worship the Lord your God, and him alone shall you serve.'"
τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ⸀Ὕπαγε, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11Then the devil left him, and behold, angels came and began to attend to him.
τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Markusevangeliet 1,12-13
12At once the Spirit drove him out into the wilderness.
Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
13He was in the wilderness forty days, tempted by Satan. He was with the wild animals, and the angels served him.
καὶ ⸀ἦν ἐν τῇ ἐρήμῳ ⸂τεσσεράκοντα ἡμέρας⸃ πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
Lukasevangeliet 4,1-13
1Jesus, full of the Holy Spirit, returned from the Jordan and was led by the Spirit in the wilderness,
Ἰησοῦς δὲ ⸂πλήρης πνεύματος ἁγίου⸃ ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ⸂ἐν τῇ ἐρήμῳ⸃
2where for forty days he was tempted by the devil. He ate nothing during those days, and when they were over, he was hungry.
ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν ⸀αὐτῶν ἐπείνασεν.
3The devil said to him, "If you are the Son of God, tell this stone to become bread."
⸂εἶπεν δὲ⸃ αὐτῷ ὁ διάβολος· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
4Jesus answered him, "It is written: 'Man shall not live by bread alone.'"
καὶ ἀπεκρίθη ⸂πρὸς αὐτὸν ὁ Ἰησοῦς⸃· Γέγραπται ὅτι Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ⸀ὁ ⸀ἄνθρωπος.
5Then the devil led him up and showed him all the kingdoms of the world in a single moment,
Καὶ ἀναγαγὼν ⸀αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
6and said to him, "I will give you all this authority and their glory, for it has been handed over to me, and I give it to anyone I please.
καὶ εἶπεν αὐτῷ ὁ διάβολος· Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ⸀ἂν θέλω δίδωμι αὐτήν·
7So if you will bow down before me, it will all be yours."
σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
8Jesus answered him, "It is written: 'You shall worship the Lord your God, and him alone shall you serve.'"
καὶ ἀποκριθεὶς ⸂ὁ Ἰησοῦς εἶπεν αὐτῷ⸃· Γέγραπται· ⸂Κύριον τὸν θεόν σου προσκυνήσεις⸃ καὶ αὐτῷ μόνῳ λατρεύσεις.
9Then he took him to Jerusalem and set him on the pinnacle of the temple, and said to him, "If you are the Son of God, throw yourself down from here.
⸂Ἤγαγεν δὲ⸃ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ⸀ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
10For it is written: 'He will command his angels concerning you, to guard you,'
γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,
11and, 'On their hands they will lift you up, so that you will not strike your foot against a stone.'"
καὶ ⸀ὅτι Ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
12Jesus answered him, "It is said: 'You shall not put the Lord your God to the test.'"
καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται· Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
13When the devil had finished every temptation, he left him until another time.
καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.