Paulus

Paul before the Council and the dispute between Pharisees and Sadducees

Paul defends himself before the Council, is struck on the order of the high priest Ananias, and creates division between Pharisees and Sadducees by declaring that he stands accused because of his hope in the resurrection of the dead. That night the Lord encourages him to bear witness also in Rome.

Apostlagärningarna 23,1-11

1Paul looked straight at the council and said, "Brothers, I have lived before God with a completely clear conscience up to this day."
ἀτενίσας δὲ ⸂ὁ Παῦλος τῷ συνεδρίῳ⸃ εἶπεν· Ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ θεῷ ἄχρι ταύτης τῆς ἡμέρας.
2At that, the high priest Ananias ordered those standing beside him to strike him on the mouth.
ὁ δὲ ἀρχιερεὺς Ἁνανίας ἐπέταξεν τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα.
3Then Paul said to him, "God will strike you, you whitewashed wall! You sit there judging me according to the law, and yet you break the law by ordering me to be struck?"
τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπεν· Τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι;
4Those standing nearby said, "Do you dare insult God's high priest?"
οἱ δὲ παρεστῶτες εἶπαν· Τὸν ἀρχιερέα τοῦ θεοῦ λοιδορεῖς;
5Paul answered, "I did not know, brothers, that he was the high priest; for it is written, 'You shall not speak evil of a ruler of your people.'"
ἔφη τε ὁ Παῦλος· Οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γὰρ ⸀ὅτι Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
6Then Paul, realizing that one party was made up of Sadducees and the other of Pharisees, called out in the council, "Brothers, I am a Pharisee, a son of Pharisees. I am on trial for the hope and the resurrection of the dead!"
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων τὸ δὲ ἕτερον Φαρισαίων ⸀ἔκραζεν ἐν τῷ συνεδρίῳ· Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸀Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸀ἐγὼ κρίνομαι.
7When he said this, a dispute broke out between the Pharisees and the Sadducees, and the assembly was divided.
τοῦτο δὲ αὐτοῦ ⸀λαλοῦντος ἐγένετο στάσις τῶν Φαρισαίων ⸂καὶ Σαδδουκαίων⸃, καὶ ἐσχίσθη τὸ πλῆθος.
8For the Sadducees say there is no resurrection, and no angel or spirit, while the Pharisees affirm them all.
Σαδδουκαῖοι ⸀μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν ⸀μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα.
9A great uproar arose, and some of the scribes from the party of the Pharisees stood up and argued sharply, "We find nothing wrong with this man. What if a spirit or an angel has spoken to him?"
ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες ⸂τινὲς τῶν γραμματέων⸃ τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ⸀ἄγγελος—
10The dispute grew so violent that the commander, afraid that Paul would be torn apart by them, ordered the troops to go down, take him from among them by force, and bring him into the barracks.
πολλῆς δὲ ⸀γινομένης στάσεως ⸀φοβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπʼ αὐτῶν ἐκέλευσεν τὸ στράτευμα ⸀καταβὰν ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν ⸀τε εἰς τὴν παρεμβολήν.
11That night the Lord stood by him and said, "Take courage! Just as you have testified about me in Jerusalem, so you must also bear witness in Rome."
Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ κύριος εἶπεν· ⸀Θάρσει, ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἰερουσαλὴμ οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.