The life of Jesus

Jesus' Entry into Jerusalem

Jesus rides into Jerusalem on a young donkey while the crowd spreads their cloaks on the road, waves branches and shouts: "Hosanna! Blessed is he who comes in the name of the Lord!"

Matthew 21,1-11

1When they drew near to Jerusalem and came to Bethphage, at the Mount of Olives, Jesus sent two of his disciples,
Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ ⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ⸀Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
2telling them, "Go into the village ahead of you, and right away you will find a donkey tied there, with a colt beside her. Untie them and bring them to me.
λέγων αὐτοῖς· ⸀Πορεύεσθε εἰς τὴν κώμην τὴν ⸀κατέναντι ὑμῶν, καὶ ⸀εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ⸀ἀγάγετέ μοι.
3If anyone says anything to you, tell him, 'The Lord needs them,' and he will send them at once."
καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺς δὲ ⸀ἀποστελεῖ αὐτούς.
4This happened to fulfill what was spoken through the prophet:
Τοῦτο ⸀δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
5"Say to the daughter of Zion: Look, your king is coming to you, gentle and riding on a donkey, on a colt, the foal of a beast of burden."
Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.
6The disciples went and did as Jesus had directed them.
πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς
7They brought the donkey and the colt, laid their cloaks on them, and he sat on them.
ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπʼ αὐτῶν τὰ ⸀ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
8A very large crowd spread their cloaks on the road, while others cut branches from the trees and spread them on the road.
ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
9The crowds who went ahead of him and those who followed kept shouting: "Hosanna to the Son of David! Blessed is he who comes in the name of the Lord! Hosanna in the highest!" [Footnote: Hosanna is a Hebrew cry meaning "Save, we pray!" used here as a shout of praise and welcome.]
οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
10When he entered Jerusalem, the whole city was stirred, asking, "Who is this?"
καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;
11And the crowds answered, "This is Jesus, the prophet from Nazareth in Galilee."
οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ⸂ὁ προφήτης Ἰησοῦς⸃ ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

Mark 11,1-11

1As they approached Jerusalem, coming to Bethphage and Bethany at the Mount of Olives, Jesus sent two of his disciples ahead,
Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ
2telling them, "Go into the village ahead of you. As soon as you enter it, you will find a colt tied there that no one has ever ridden. Untie it and bring it here.
καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπω ἀνθρώπων ⸀ἐκάθισεν· ⸂λύσατε αὐτὸν καὶ φέρετε⸃.
3If anyone asks you, 'Why are you doing this?' say, 'The Lord needs it, and he will send it back here shortly.'"
καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς αὐτὸν ἀποστέλλει ⸀πάλιν ὧδε.
4They went and found a colt tied at a doorway out in the street, and they untied it.
⸂καὶ ἀπῆλθον⸃ καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
5Some of the people standing there asked them, "What are you doing, untying that colt?"
καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον;
6They answered as Jesus had told them, and the people let them go.
οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς.
7They brought the colt to Jesus, threw their cloaks over it, and he sat on it.
καὶ ⸀φέρουσιν τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν.
8Many people spread their cloaks on the road, while others spread branches they had cut in the fields.
⸂καὶ πολλοὶ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν⸃.
9Those who went ahead and those who followed were shouting: "Hosanna! Blessed is he who comes in the name of the Lord!
καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον· Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου·
10Blessed is the coming kingdom of our father David! Hosanna in the highest!"
Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11Then he entered Jerusalem and went into the temple. He looked around at everything, and since it was already late, he went out to Bethany with the Twelve.
Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

Luke 19,28-40

28After saying this, Jesus went on ahead, going up to Jerusalem.
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29As he approached Bethphage and Bethany at the mountain called the Mount of Olives, he sent two of his disciples,
Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν ⸀μαθητῶν
30saying, "Go to the village ahead of you. As you enter it, you will find a colt tied there, which no one has ever ridden. Untie it and bring it here.
⸀λέγων· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶ λύσαντες αὐτὸν ἀγάγετε.
31If anyone asks you, 'Why are you untying it?' say this: 'The Lord needs it.'"
καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ⸀ἐρεῖτε ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
32Those who were sent went and found it just as he had told them.
ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
33As they were untying the colt, its owners asked them, "Why are you untying the colt?"
λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον;
34They answered, "The Lord needs it."
οἱ δὲ εἶπαν ⸀ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει.
35They brought it to Jesus, threw their cloaks on the colt, and helped him onto it.
καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν·
36As he rode along, people spread their cloaks on the road.
πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ⸀ἑαυτῶν ἐν τῇ ὁδῷ.
37When he came near the place where the road goes down the Mount of Olives, the whole crowd of disciples began joyfully to praise God with a loud voice for all the mighty works they had seen:
ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ ⸀πασῶν ὧν εἶδον δυνάμεων,
38"Blessed is the king who comes in the name of the Lord! Peace in heaven and glory in the highest!"
λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ⸀βασιλεὺς ἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη⸃ καὶ δόξα ἐν ὑψίστοις.
39Some of the Pharisees in the crowd said to him, "Teacher, rebuke your disciples!"
καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.
40He answered, "I tell you, if they keep silent, the stones will cry out."
καὶ ἀποκριθεὶς ⸀εἶπεν· Λέγω ὑμῖν, ⸀ὅτι ἐὰν οὗτοι ⸀σιωπήσουσιν, οἱ λίθοι ⸀κράξουσιν.

John 12,12-19

12The next day the great crowd that had come for the feast heard that Jesus was coming to Jerusalem.
Τῇ ἐπαύριον ⸀ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ⸁ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα,
13They took palm branches and went out to meet him, shouting: "Hosanna! Blessed is he who comes in the name of the Lord, the King of Israel!"
ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ⸀ἐκραύγαζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ⸂καὶ ὁ⸃ βασιλεὺς τοῦ Ἰσραήλ.
14Jesus found a young donkey and sat on it, as it is written:
εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπʼ αὐτό, καθώς ἐστιν γεγραμμένον·
15"Do not be afraid, daughter of Zion; look, your king is coming, seated on a donkey's colt."
Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.
16His disciples did not understand these things at first, but when Jesus was glorified, then they remembered that these things had been written about him and that they had done these things for him.
⸀ταῦτα οὐκ ἔγνωσαν ⸂αὐτοῦ οἱ μαθηταὶ⸃ τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ.
17So the crowd kept bearing witness—the crowd that had been with him when he called Lazarus out of the tomb and raised him from the dead.
ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν.
18This was also why the crowd went out to meet him: they had heard that he had done this sign.
διὰ τοῦτο ⸀καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι ⸀ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.
19So the Pharisees said to one another, "You see, you are getting nowhere. Look, the whole world has gone after him."
οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ ⸀κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.